Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.253 Joseph. AJ 12.257 (English) >>Joseph. AJ 12.262

12.255καὶ πολλοὶ μὲν τῶν Ἰουδαίων οἱ μὲν ἑκοντὶ οἱ δὲ καὶ διʼ εὐλάβειαν τῆς ἐπηγγελμένης τιμωρίας κατηκολούθουν οἷς βασιλεὺς διετέτακτο, οἱ δὲ δοκιμώτατοι καὶ τὰς ψυχὰς εὐγενεῖς οὐκ ἐφρόντισαν αὐτοῦ, τῶν δὲ πατρίων ἐθῶν πλείονα λόγον ἔσχον τῆς τιμωρίας, ἣν οὐ πειθομένοις ἠπείλησεν αὐτοῖς, καὶ διὰ τοῦτο κατὰ πᾶσαν ἡμέραν αἰκιζόμενοι καὶ πικρὰς βασάνους ὑπομένοντες ἀπέθνησκον. 12.256καὶ γὰρ μαστιγούμενοι καὶ τὰ σώματα λυμαινόμενοι ζῶντες ἔτι καὶ ἐμπνέοντες ἀνεσταυροῦντο, τὰς δὲ γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν, οὓς περιέτεμνον παρὰ τὴν τοῦ βασιλέως προαίρεσιν, ἀπῆγχον ἐκ τῶν τραχήλων αὐτοὺς τῶν ἀνεσταυρωμένων γονέων ἀπαρτῶντες. ἠφανίζετο δʼ εἴ που βίβλος εὑρεθείη ἱερὰ καὶ νόμος, καὶ παρʼ οἷς εὑρέθη καὶ αὐτοὶ κακοὶ κακῶς ἀπώλλυντο. 12.257

Ταῦτα βλέποντες οἱ Σαμαρεῖται πάσχοντας τοὺς Ἰουδαίους οὐκέθʼ ὡμολόγουν αὑτοὺς εἶναι συγγενεῖς αὐτῶν οὐδὲ τὸν ἐν Γαριζεὶν ναὸν τοῦ μεγίστου θεοῦ, τῇ φύσει ποιοῦντες ἀκόλουθα, ἣν δεδηλώκαμεν, καὶ λέγοντες αὑτοὺς Μήδων ἀποίκους καὶ Περσῶν· καὶ γάρ εἰσιν τούτων ἄποικοι. 12.258πέμψαντες οὖν πρὸς τὸν Ἀντίοχον πρέσβεις καὶ ἐπιστολὴν ἐδήλουν τὰ ὑπογεγραμμένα· “βασιλεῖ Ἀντιόχῳ θεῷ ἐπιφανεῖ ὑπόμνημα παρὰ τῶν ἐν Σικίμοις Σιδωνίων. 12.259οἱ ἡμέτεροι πρόγονοι διά τινας αὐχμοὺς τῆς χώρας παρακολουθήσαντες ἀρχαίᾳ τινὶ δεισιδαιμονίᾳ ἔθος ἐποίησαν σέβειν τὴν παρὰ τοῖς Ἰουδαίοις λεγομένην σαββάτων ἡμέραν, ἱδρυσάμενοι δὲ ἀνώνυμον ἐν τῷ Γαριζεὶν λεγομένῳ ὄρει ἱερὸν ἔθυον ἐπʼ αὐτοῦ τὰς καθηκούσας θυσίας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.253 Joseph. AJ 12.257 (English) >>Joseph. AJ 12.262

Powered by PhiloLogic